Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.127 Joseph. AJ 18.132 (English) >>Joseph. AJ 18.137

18.130

Ἡρώδῃ τῷ μεγάλῳ θυγατέρες ἐκ Μαριάμμης τῆς Ὑρκανοῦ θυγατρὸς γίνονται δύο, Σαλαμψιὼ μὲν ἑτέρα, γαμεῖται Φασαήλῳ τῷ αὐτῆς ἀνεψιῷ Φασαήλου παιδὶ ὄντι τοῦ Ἡρώδου ἀδελφοῦ δεδωκότος τοῦ πατρὸς αὐτήν, Κύπρος δὲ Ἀντιπάτρῳ καὶ αὐτὴ ἀνεψιῷ Ἡρώδου παιδὶ τῆς ἀδελφῆς Σαλώμης. 18.131καὶ Φασαήλῳ μὲν ἐκ Σαλαμψιοῦς γίνονται πέντε παῖδες Ἀντίπατρος Ἀλέξανδρος Ἡρώδης θυγατέρες τε Ἀλεξάνδρα καὶ Κύπρος, ἣν Ἀγρίππας γαμεῖ Ἀριστοβούλου. Ἀλεξάνδραν δὲ γαμεῖ μὲν Τίμιος Κύπριος ἀνὴρ τῶν ἀξιολόγων, παρʼ δὴ ἄτεκνος τελευτᾷ. 18.132Κύπρῳ δʼ ἐξ Ἀγρίππου μὲν ἄρρενες γίνονται δύο, θυγατέρες δὲ τρεῖς Βερενίκη Μαριάμμη Δρούσιλλα, Ἀγρίππας δὲ καὶ Δροῦσος τοῖς ἄρσεσιν ὀνόματα, ὧν Δροῦσος πρὶν ἡβῆσαι τελευτᾷ. 18.133 τῷ δὲ πατρὶ τούτων Ἀγρίππας ἐτρέφετο μετὰ καὶ ἑτέρων ἀδελφῶν Ἡρώδης καὶ Ἀριστόβουλος· καὶ Βερενίκη καὶ οἵδε παῖδες Ἡρώδου τοῦ υἱέος τοῦ μεγάλου· δὲ Βερενίκη Κοστοβάρου καὶ Σαλώμης παῖς τῆς Ἡρώδου ἀδελφῆς. 18.134τούτους Ἀριστόβουλος νηπίους λείπεται θνήσκων ὑπὸ τοῦ πατρὸς σὺν Ἀλεξάνδρῷ τῷ ἀδελφῷ, καθὰ προειρήκαμεν. ἡβήσαντες δʼ ἄγονται Ἡρώδης μὲν οὗτος τοῦ Ἀγρίππου ἀδελφὸς Μαριάμμην θυγατέρα Ὀλυμπιάδος τῆς Ἡρώδου βασιλέως θυγατρὸς καὶ Ἰωσήπου τοῦ Ἰωσήπου, ἀδελφὸς δὲ οὗτος Ἡρώδου τοῦ βασιλέως· ἴσχει τε ἐξ αὐτῆς υἱὸν Ἀριστόβουλον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.127 Joseph. AJ 18.132 (English) >>Joseph. AJ 18.137

Powered by PhiloLogic